menu

ΕΚΔΟΤΙΚΗ ΔΗΜΙΟΥΡΓΙΑ

Δευτέρα 19 Ιανουαρίου 2015

ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΟΣΙΟ ΠΑΪΣΙΟ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗ (Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ )


http://www.dogma.gr/

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ
Ποημα το Μητροπολτου δσσης ωήλ
«Δέχου πάτερ Πασιε, μν ατήσεις. ωήλ»



Ελογσαντος το ερως,
τ Κριε εσκουσον, μεθ' τ Θες Κριος,  κα τ ξς·

χος δ΄. ψωθες ν τ Σταυρ.
Τὸν Ἀθωνίτην θεοφόρον Πατέρα,
τὸν ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις φανέντα,
τὸν ἐκ Φαράσων ἅγιον Παΐσιον,
δεῦτε οἱ ἐν θλίψεσιν,
ἱκετεύσωμεν πάντες,
ὅπως διαφύγωμεν,
ταῖς αὐτοῦ ἱκεσίαις,
τοῦ βίου πάσας τὰς ἐπιφοράς,
οὗτος γὰρ ἔσχε,
χαρίσματα πάμπολλα.

Δξα Πατρ. Τ ατό.
Κα νν. Θεοτοκον

Οὐ σιωπήσωμέν ποτε Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·
εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐρρύσατο,
ἐκ τοσούτων κινδύνων;
τίς δὲ διεφύλαξεν,
ἕως νῦν ἐλευθέρους;
οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις,
ἀεὶ ἐκ παντοίων δεινῶν.

Ν΄. Κα κανν ο κροστιχς


δ α΄. χος πλ. δ΄. γρν διοδεσας.
Δοχεῖον χαρίτων ἀναδειχθείς,
Παΐσιε πάτερ,
μὴ ἐλλείπῃς ταῖς σαῖς εὐχαῖς,
ἡμῖν παρασχὼν ὡς ἐλεήμων,
τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πρόσφορα.

Ἐσχάτως ὡς ἄγγελος τοῦ Χριστοῦ,
ὀφθεὶς τὰς καρδίας,
ἱκετῶν σου τῶν εὐλαβῶν,
ἀνάπαυσον πάτερ καὶ παράσχου,
τὸ ἀγαθὸν τῆς εἰρήνης πρεσβείαις σου.

Χοροὶ μοναζόντων καὶ κοσμικῶν,
πρὸς σὲ ὁμοφώνως,
ἀτενίζουσι τὸν σεμνόν,
αἰτούμενοι πάτερ τὴν σὴν χάριν,
ἵνα τὸ θράσος τοῦ δράκοντος θραύσωσι.

Θεοτοκίον
Ὁ κτίσεως πάσης δημιουργός,
ἐκ σοῦ τῆς Παρθένου,
ἐδανείσθη ὑπερφυῶς,
τὴν σάρκα τὴν σὴν διὸ μὴ παύσῃ,
τοῦτον ἁγνὴ ὑπὲρ πάντων λιτάζουσα.

δ γ΄. Ορανας ψδος.
Ὑπανοῖξαί μοι θέλω,
ταῖς σαῖς εὐχαῖς ἅγιε,
πύλην παραδείσου τὴν θείαν,
Χριστὸς ὁ Κύριος,
διὸ πρὸς σὲ τὸν σεμνόν,
ἀντιβολῶ καὶ κραυγάζω,
σπεῦσον βοηθῆσαί με,
πάτερ Παΐσιε.

Πατρικῇ σου φροντίδι,
καὶ ἀρωγῇ σκέπασον,
νέων τὴν παράταξιν πάτερ,
ἐκ τῆς συγχύσεως,
τῶν λογισμῶν τοῦ νοός,
καὶ τῶν παθῶν τυραννίδος,
ὅπως ἂν πορεύωνται,
τρίβον σωτήριον.

Ἀσωτεύσας θεόφρον,
ἐν πονηροῖς πάθεσι,
καὶ ἐκδαπανήσας τὸν πλοῦτον,
τῆς θείας χάριτος,
γυμνὸς περίκειμαι,
καὶ ἱκετεύω λιταῖς σου,
τὴν στολὴν τοῦ Πνεύματος,
ἔνδυσον πάλιν με.

Θεοτοκίον
Τὴν σὴν ἔχω εἰκόνα,
ὡς χαρμονὴν Πάναγνε,
καὶ παραμυθίαν γενναίαν,
ἐν βίῳ πάντοτε,
διὸ καὶ ἵσταμαι,
πρὸ τῆς ἁγίας μορφῆς σου,
καὶ αἰτοῦμαι ἄχραντε,
τὴν σὴν ἀντίληψιν.

Διάσωσον, Γέρον Παΐσιε ταῖς ἁγίαις λιταῖς σου,
τοὺς αἰτοῦντας σεμνοπρεπῶς τὴν σὴν δύναμιν,
καὶ δώρησαι τὴν σὴν χάριν ἑκάστῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ατησις κα τ Κθισμα.

χος β΄. Πρεσβεία θερμή.
Φαράσων βλαστός,
καὶ Ἄθωνος τὸ κλέϊσμα,
ὑπάρχων σεπτέ,
Παΐσιε πανάρετε,
ψυχῆς τε καὶ τοῦ σώματος,
τὰ ποικίλα νοσήματα ἴασαι,
καὶ τὴν πληθὺν δαιμόνων ἀφ' ἡμῶν,
ἀπέλασον τάχιστα ἰσχύϊ σου.

δ δ΄. Εσακκοα Κριε.
Ἐπωδύνως τὴν στένωσιν,
φέρω τῆς δειλίας,
καὶ ἐκφοβίσματα,
διὸ πάτερ διασκέδασον,
ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.

Ῥυπαραῖς καταστάσεσι,
τοῦ Θεοῦ τὴν μνήμην,
μάκαρ ἀπώλεσα,
διὸ δός μοι σὴν βοήθειαν,
ὅπως ἀναστῶ ἐκ τῶν πτωμάτων μου.

Παρεδόθην ταῖς θλίψεσι,
καὶ στενοχωρίαις πολλαῖς Παΐσιε,
διὸ χάρισαι πρεσβείαις,
τὴν ἐντός μου ὅσιε εἰρήνευσιν.

 Θεοτοκίον
Ἀπωλείας τὸν αἴτιον,
καὶ τοῦ ψεύδους Μῆτερ μέγαν συνήγορον,
τὸν μισάνθρωπον διάβολον,
καὶ πειράζοντά με ἐξουθένωσον.

δ ε΄. Φτισον μς.
Ἵνα τῆς ψυχῆς,
τῆς ἐμῆς τὸ ἄχθος ἅγιε,
ταῖς λιταῖς σου ἀπαλείψῃς παντελῶς,
ἱκετεύω σε ἐν πίστει θεοστήρικτε.

Στήριγμα στεῤῥόν,
καὶ ἀσπὶς ἀκαταμάχητος,
κληρικῶν καὶ μοναζόντων ταῖς εὐχαῖς,
ἀναδείχθητι πρὸς Κύριον Παΐσιε.

Ἴσος παλαιῶν,
ἀσκητῶν φανεὶς Παΐσιε,
σοὶ ἐδόθη χαρισμάτων ἡ πληθύς,
διὸ ἴασαι τὰ ἕλκη τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον
Ἔχουσα ἡ γῆ,
σὲ προστάτιδα θεόνυμφε,
προσδοκᾷ τὴν εἰρηναίαν βιότην,
καὶ δεινῶν ἐπισυμβάσεων περάτωσιν.

δ στ΄. Τν δησιν.
Ἡδύτητα,
τῶν σῶν λόγων ὅσιε,
οἱ συνόντες σοι ἐν ὄρει Ἁγίῳ,
διατηροῦντες πρὸς σὲ ἐκ καρδίας,
καθικετεύουσι Πάτερ Παΐσιε,
ταῖς σαῖς λιταῖς τὰς ἐκτροπάς, διανοίας αὐτῶν ἐπανόρθωσον.

Μιμνήσκοντες,
τῶν πολλῶν χαρίτων σου,
ἐν πολλῇ πρὸς σὲ ἀγάπῃ βοῶμεν,
ἐξ ἀναγκῶν καὶ παντοίων κινδύνων,
καὶ ψυχικῶν ἀλγηδόνων Παΐσιε,
ἐπισκοπῇ σου κραταιᾷ,
τοὺς ὑμνητάς σου προστάτευσον πάντοτε.

Ὡς ἄγγελος,
ἐκ τοῦ ὄρους Ἄθωνος,
ἐν τῇ μάνδρᾳ Σουρωτῆς καταφθάνεις,
μοναζουσῶν τὸν χορὸν διδαχαῖς σου,
τῆς εὐσεβείας ἀλείπτης γενόμενος,
διὸ καὶ νῦν πάντας ἡμᾶς,
πρὸς τὰ κρείττω ὁδήγησον ὅσιε.

Θεοτοκίον
Νοσούντων,
καὶ τῶν στενόντων Παρθένε,
ἀναδείχθητι ἰάτειρα θεία,
καὶ ἀνιάτων παθῶν ταῖς λιταῖς σου,
θεραπευτὴς τῆς ψυχῆς καὶ τοῦ σώματος,
γενοῦ θεόνυμφε ἁγνή,
τῶν ἀνυμνούντων σε ᾄσμασι δούλων σου.

Διάσωσον, Γέρον Παΐσιε ταῖς ἁγίαις λιταῖς σου,
τοὺς αἰτοῦντας σεμνοπρεπῶς τὴν σὴν δύναμιν,
καὶ δώρησαι τὴν σὴν χάριν ἑκάστῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,
ὡς ἔχουσα, μητρικὴν παρρησίαν.

Ατησις κα τ Κοντάκιον.

χος β΄. Τος τν αμάτων σου.
Τῶν μοναστῶν καὶ μιγάδων διδάσκαλον,
καὶ τῶν ἐν κόσμῳ πιστῶν ἀντιλήπτορα,
καὶ ἀσθενούντων ὀξέως ἀκέστορα,
σὲ θεοφόρε Παΐσιε ἔχομεν,
διὸ καὶ ζητοῦμεν τὴν χάριν σου.

Κα εθς τ Προκείμενον. χος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εαγγέλιον. κ το κατ Λουκν (στ΄ 17 - 23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν
αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ
Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι
αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει
ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20
Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ
ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες
νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι,
καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν
ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 Χαίρετε ἐν ἐκείνῃ τῇ
ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Ν΄. 
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.

Κα νν. 
Ταῖς τῆς Θεοτόκου.

Προσόμοιον. χος πλ. β΄. λην ποθέμενοι.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.

Ὅσιε Παΐσιε,
τοῦ Ὄρους Ἄθωνος κλέος,
Σουρωτῆς τὸ καύχημα,
καὶ Φαράσων γόνος ὁ εὐσυμπάθητος,
ἀληθῶς γέγονας,
ἐν ἐσχάτοις χρόνοις,
διὰ τοῦτο καὶ βοῶμέν σοι,
πάσης στενώσεως,
καὶ τῶν ἀδοκήτων συμβάσεων,
τῆς λύμης τῶν αἱρέσεων,
καὶ ἐπηρειῶν τοῦ ἀλάστορος,
ἀνιάτων νόσων,
ἡμᾶς τοὺς σὲ τιμῶντας εὐλαβῶς,
μὴ διαλείπῃς πρεσβείαις σου,
συντηρῶν ἑκάστοτε.

ερες τό, 
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

δ ζ΄. Ο κ τς ουδαίας.
Ἀλγηνῶν νοσημάτων,
καὶ δαιμόνων μανίας,
καὶ περιστάσεων,
τοῦ βίου πολυτρόπων,
καὶ πάσης κακουργίας,
θεοφόρε Παΐσιε,
τῶν κακοτρόπων ἡμᾶς,
ἐκλύτρωσαι λιταῖς σου.

Ἰατρείας σωμάτων,
καὶ ψυχῆς θεραπείας,
ὤφθης Παΐσιε,
θεράπων ταῖς εὐχαῖς σου,
διὸ τοῖς ἐθισμένοις,
ἰοφόροις σκευάσμασι,
μὴ διαλείπῃς ἀεί,
παρέχων τὴν ὑγείαν.

Τὴν νεότητα πᾶσαν,
ἐκ τοῦ λάκκου ἀγνοίας,
καὶ ἀθεότητος,
καὶ πάσης ἀναρχίας,
Παΐσιε παμμάκαρ,
ταῖς λιταῖς σου ἐξάγαγε,
σὺ γὰρ ἐκτήσω σεμνέ,
μεγίστην παῤῥησίαν.

Θεοτοκίον
Ἡδυμόλπως Παρθένε,
φοβερὰ προστασία,
ἀκαταμάχητε,
ὑμνῶ σου τὴν εἰκόνα,
τὴν ὄντως θεσπεσίαν,
ἣν ἐπ' ὤμων ἐκράτησε,
Παΐσιος ὁ σεμνός,
ὁ δοῦλός σου Μαρία.

δ η΄. Τν Βασιλέα.
Στήριξον πάτερ,
ἱκετηρίαις πολλαῖς σου,
τοὺς ἐν πάθεσι πληγέντας ἀνιάτοις,
ἐκ τῆς λευχαιμίας,
καὶ τοῦ πικροῦ καρκίνου.

Ἐσμὸν δειλίας,
καὶ τῆς φοβίας σῇ ῥώμῃ,
ἀπομάκρυνον ἐκ τῶν ἱκετευόντων,
σὲ σημειοφόρε,
Παΐσιε θεόφρον.

Ἰῷ πορνείας,
καὶ ἁμαρτάδων ἀθέσμων,
τῆς νεότητος τὰ πλήθη παραπαίει,
ὅθεν χεῖρα τούτοις,
παράσχου θεοφόρε.


Θεοτοκίον
Σεσαρκωμένος,
ἐκ τῆς ἁγίας γαστρός σου,
ὁ φιλάνθρωπος Δεσπότης καὶ Υἱός σου,
Δέσποινα ἐξῆλθε,
τοῦ σῶσαι τοὺς ἀνθρώπους.

δ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοὺ ἐν εὐλαβείᾳ,
τείνοντες τὰς χεῖρας,
καθικετεύομεν πάντες Παΐσιε,
μὴ διαλείπῃς φροντίζων ἡμᾶς ἑκάστοτε.

Ὡσεὶ τροφὸς καὶ μήτηρ,
τοὺς σὲ ἀνυμνοῦντας,
ἐν ταῖς ἀνάγκαις τοῦ βίου Παΐσιε,
ἀεὶ παράσχου θεόφρον αὐτοῖς τὰ χρήσιμα.

Ἡ Σουρωτὴ καὶ Ἄθως,
καὶ πᾶσα Ἐκκλησία,
ἐπικαλεῖταί σε πάτερ Παΐσιε,
ὅπως σωφρόνως τὴν τρίβον Χριστοῦ βαδίσωμεν.

Θεοτοκίον
Λοιμοῦ λιμοῦ καὶ ἄλλων,
δεινῶν ἐν τῇ Ἑλλάδι,
ταῖς σαῖς πρεσβείαις ἐλπίζομεν τάχιστα,
ἀπαλλαγῆναι ταχέως σεπτὲ Παΐσιε.

Τ ξιόν στι 
κα τ παρόντα Μεγαλυνάρια.

Χαίροις τῶν Φαράσων θεῖος βλαστός,
Ἄθωνος τοῦ Ὄρους περιάκουστος ἀσκητής,
χαίροις τῆς Ἑλλάδος ὁ φωτιστὴς ὁ νέος,
Παΐσιε τῶν νέων μέγιστε σύμμαχε.

Χαίροις ὁ διδάσκαλος Σουρωτῆς,
τοῦ Σιναίου ὄρους ὁ σεμνότατος ἀσκητής,
χαίροις ἐν Κονίτσῃ τῶν συμπατριωτῶν σου,
κατοίκων ὄντως τύπος πάτερ πρὸς μίμησιν.

Ἄνδρας καὶ γυναῖκας ναρκομανεῖς,
καὶ πληθὺν ἀνθρώπων,
δαιμονώντων ταῖς σαῖς λιταῖς,
καὶ τοὺς ἀσθενοῦντας,
πολυειδῶς θεόφρον,
Παΐσιε μὴ παύσῃ,
σώζων ἑκάστοτε.

Μοναζόντων ὅσιε τὸν χορόν,
ταῖς ἱκετηρίαις,
πρὸς Δεσπότην διηνεκῶς,
ὅσιε βοήθει,
ὡς παῤῥησίαν ἔχων,
Παΐσιε μεγίστην,
θεομακάριστε.

Ἔχοντες ὡς μέγιστον θησαυρόν,
τὸν σὸν τάφον πάτερ,
ἀρυόμεθα οἱ πιστοί,
δύναμιν καὶ θάρσος
ἐν τοῖς δεινοῖς τοῦ βίου,
Παΐσιε παμμάκαρ,
ἄνερ τῆς χάριτος.

Πάτερ ὁσιώτατε τοὺς βροτούς,
τοὺς ὑμνολογοῦντας,
πολιτείαν σου τὴν σεπτήν,
τῇ ἐπισκοπῇ σου,
προστάτευσον ἐκ βλάβης,
βελίαρ τοῦ ἀρχαίου,
τοῦ πολεμήτορος.

Πᾶσαι τῶν ἀγγέλων...

Τρισάγιον. 
 καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον,
καὶ τοῦ Ἄθωνος κλέϊσμα,
καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων,
μιμητὴν καὶ ἰσότιμον,
Παΐσιον τιμήσωμεν πιστοί,
τὸ σκεῦος χαρισμάτων τὸ μεστόν,
ὡς συντρέχοντα ταχέως τοὺς εὐσεβεῖς,
τοὺς πίστει ἀνακράζοντας,
δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,
πᾶσιν ἰάματα.


Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ ἄγγελος,
φανεὶς ἐν κόσμῳ,
ἐν τοῖς ἔτεσι,
τοῖς τελευταίοις,
χριστομίμητε Παΐσιε ὅσιε,
ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι,
ὡς παμφαέστατος ἥλιος ἔλαμψας,
καὶ κατηύγασας,
πιστῶν τὰ πλήθη τῇ χάριτι,
τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παΐσιε γέγονας,
τῶν ἀσκητῶν ἡ κρηπίς,
τοῦ Ἄθωνος κλέϊσμα,
καὶ Σουρωτῆς ὁ τροφός,
Κονίτσης τὸ καύχημα,
σὺ γὰρ ἐπὶ τὰ ἴχνη,
Ἀρσενίου ὁδεύσας,
εἴληφας χαρισμάτων,
τὴν πληθὺν Παρακλήτου,
ἀφθόνως τοῖς σὲ τιμῶσιν,
παρέχων τὰ πρόσφορα.

Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα,
τοῦ ὄρους Ἄθωνος,
τὸν ἐπ' ἐσχάτων τῶν χρόνων,
καθάπερ φάος λαμπρόν,
τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα,
καὶ νοσήματα ψυχῶν,
καὶ σαρκὸς ἐπιφοράς,
ἰώμενον ὑπὲρ φύσιν,
τῆς προοράσεως λύχνον,
νέον Παΐσιον τιμήσωμεν.

Ετα κτενς κα πόλυσις, 
μεθ’ ν τ παρν Προσόμοιον.

χος β΄. τε κ το ξύλου σε νεκρόν.
Πάθη τὰ δυσώδη τῆς ψυχῆς,
καὶ τὰ ἀνομήματα πάντα,
τὰς ἀῤῥωστίας σαρκός,
καὶ τὰ ἐνεργήματα,
πολυειδῶν φοβιῶν,
τῆς δειλίας τὴν βάσανον,
καὶ πάσης ἀνάγκης,
ἄγχος καὶ δυνάστευσιν,
καὶ τοῦ ἐλθεῖν τὰ κακά,
ὅσιε Παΐσιε σπεῦσον,
ταῖς πρὸς τὸν Χριστὸν ἱκεσίαις,
παῦσαι ἀπὸ πάντων τῶν ὑμνούντων σε.

Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...


ερεύς, Δι’ εχν...

▣ Γίνετε μέλη στη σελίδα μας στο Facebook: ΟΙ ΦΙΛΟΙ ΤΟΥ ΕΣΤΑΥΡΩΜΕΝΟΥ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου