menu

ΕΚΔΟΤΙΚΗ ΔΗΜΙΟΥΡΓΙΑ

Τετάρτη 10 Φεβρουαρίου 2021

Ευχή εις περιπεσόντα εν μελαγχολία.

Του Σεβ. Μητροπολίτου Μάνης κ. Χρυσοστόμου Γ’

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Σωτὴρ ἡμῶν, Μακρόθυμε, Πολυεύσπλαχνε καὶ Παντοδύναμε, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἀνεξάντλητος τῆς ἀγαθότητος πηγή, ἡ κραταιὰ ἀντίληψις καὶ βοήθεια τῶν ἀπηλπισμένων,

Κατάπεμψον τοὺς πλουσίους Σου οἰκτιρμοὺς ἐπὶ τὸν δοῦλόν Σου τοῦτον (...), τὸν περιπεσόντα ἐν μελαγχολίᾳ καὶ ῥῦσαι αὐτὸν ἀπὸ πάσης θλίψεως καὶ καταθλίψεως, ἄγχους καὶ ἀγωνίας, ἀπογοητεύσεως, πικρίας καὶ στενοχωρίας.

Χορήγησον τὴν ἴασιν ἐκ τῆς συνεχούσης αὐτὸν ἀσθενείας καὶ ἀδυναμίας, ζάλης καὶ ταραχῆς. Δώρησαι αὐτῷ τὴν ἐκ πάντων τῶν ἀνιαρῶν καὶ ραθύμων καταστάσεων ἀπαλλαγήν.

Ναί, εὐδιάλλακτε καὶ πολυέλεε Κύριε, ἐμφύτευσον ἐν τῇ καρδίᾳ αὐτοῦ χαρὰν καὶ εὐφροσύνην, πραότητα καὶ γαλήνην.

Ἄγγελον ἐξ ἁγίου οὐρανίου κατοικητηρίου Σου ἀπόστειλον αὐτῷ, φύλακα ἄγρυπνον, ἐνισχύοντα αὐτὸν καὶ προστατεύοντα ἀπό παντὸς κακοῦ καὶ ἐπηρείας τοῦ πονηροῦ.

Ἀνάτειλον φῶς ἱλαρὸν ἐν τῷ προσώπῳ αὐτοῦ, φῶς ἀναψυχῆς, ἀγαλλιάσεως καὶ εἰρήνης,

Χάριτι τοῦ ἀνάρχου Σου Πατρός καὶ τοῦ ζωοποιοῦ Σου Πνεύματος, εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράντου Σου Μητρὸς καὶ πάντων τῶν Ἁγίων. ΑΜΗΝ.

https://www.romfea.gr/ieres-mitropoleis/41965-euxi-eis-peripesonta-en-melagxolia


Η προσευχή για την απαλλαγή από την κατάθλιψη

Δέσποτα Πολυέλεε Κύριε Ἰησοῦ Χριστέ ἐλέησόν με καί καθάρισόν με ἀπό πάσης μελαγχολίας καί ταραχῆς καί δειλίας. Ἀπάλλαξόν με ἀπό τοῦ ψυχικοῦ πνιγμοῦ καί τῆς δαιμονιώδους θλίψεως, ἥν αἰσθάνομαι ἐν τῷ σώματι καί ἐν τῇ ψυχῇ μου. 

Σύ εἶ ἡ Χαρά ἡμῶν καί ἡ Ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν. 

Ἵλεως γενοῦ μοι Δέσποτα ἐπί ταῖς ἁμαρτίαις μου.

Ἇρον ἀπ’ ἐμοῦ τόν κλειόν τόν βαρύν τόν τῆς ἁμαρτίας καί τῆς ἀπογνώσεως. 

Ἀπέλασον πάσαν μελαγχολίαν καί ἀκηδίαν μακράν ἀπ’ ἐμοῦ. 

Στερέωσόν με ἐν τῇ ἀγάπη τῇ Σῇ καί τῇ ἀκαταισχύντῳ ἐλπίδι καί τῇ ἀκραδάντῷ πίστει τῇ εἰς Σέ, διά πρεσβειῶν τῆς Παναχράντου Σου Μητρός καί πάντων Σου τῶν Ἁγίων, Ἀμήν.

https://www.dogma.gr/diafora/prosefchi-gia-tin-apallagi-apo-tin-katathlipsi/34993/


▣ Γίνετε μέλη στη σελίδα μας στο Facebook: ΟΙ ΦΙΛΟΙ ΤΟΥ ΕΣΤΑΥΡΩΜΕΝΟΥ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου