menu

ΕΚΔΟΤΙΚΗ ΔΗΜΙΟΥΡΓΙΑ

Δευτέρα, 20 Απριλίου 2020

ΑΝΑΣΤΑΣΙΜΕΣ ΠΡΟΣΕΥΧΕΣ


ΑΝΑΣΤΑΣΙΜΕΣ ΠΡΟΣΕΥΧΕΣ
(για το πρωί και αντί αποδείπνου και διαβάζεται τρεις φορές)


     Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοις εν τοις μνήμασι ζωήν χαρισάμενος (τρίς).


     Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμενον άγιον Κύριον, Ιησούν τόν μόνον αναμάρτητον. Τόν σταυρόν σου, Χριστέ, προσκυνούμεν, και τήν αγίαν σου ανάστασιν υμνούμεν και δοξάζομεν· συ γαρ ει Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν τήν του Χριστού αγίαν ανάστασιν· ιδού γαρ ήλθε διά του σταυρού, χαρά εν όλω τω κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν ανάστασιν αυτού. Σταυρόν γαρ υπομείνας δι ημάς, θανάτω θάνατον ώλεσεν (τρις).


     Προλαβούσαι τόν όρθρον αι περί Μαριάμ, και ευρούσαι τόν λίθον αποκυλισθέντα του μνήματος, ήκουον εκ του αγγέλου· Τόν εν φωτί αϊδίω υπάρχοντα, μετά νεκρών τί ζητείτε ως άνθρωπον; βλέπετε τα εντάφια σπάργανα· δράμετε και τω κόσμω κηρύξατε, ως ηγέρθη ο Κύριος θανατώσας τόν θάνατον· ότι υπάρχει Θεού Υιός, του σώζοντος το γένος των ανθρώπων.


     Ει και εν τάφω κατήλθες, Αθάνατε, αλλά του Άδου καθείλες τήν δύναμιν· και ανέστης ως νικητής, Χριστέ ο Θεός γυναιξί μυροφόροις φθεγξαμένος· Χαίρετε· και τοις σοις αποστόλοις ειρήνην δωρούμενος, ο τοις πεσούσι παρέχων ανάστασιν.


     Εν τάφω σωματικώς, εν άδου Δε μετά ψυχής, ως Θεός, εν παραδείσω δε μετά ληστού, και εν θρόνω υπήρχες, Χριστέ, μετά Πατρός και Πνεύματος, πάντα πληρών ο απερίγραπτος.


                    Δόξα Πατρί και Υϊώ και Αγίω Πνεύματι

     Ως ζωηφόρος , ως παραδείσου ωραιότερος, όντως και παστάδος πάσης βασιλικής αναδέδεικται λαμπρότερος, Χριστέ, ο τάφος σου, η πηγή της ημών αναστάσεως.


                 Καί νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.

     Το του Υφίστου ηγιασμένον θείον σκήνωμα, χαίρε· δια σου γαρ δέδοται η χαρά, Θεοτόκε, τοις κραυγάζουσιν·Ευλογημένη συ, εν γυναιξίν υπάρχεις, πανάμωμε Δέσποινα.

      Κύριε ελέησον (40 φορές.....         Δόξα Πατρί … Και νυν …
     Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.
      Δι’ ευχών των Αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς
(Μετά την τρίτη επανάληψη -στο απόδειπνο- μπορούμε να διαβάσουμε και την ευχή του Μ. Βασιλείου)
     Εὐλογητός εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τήν ἡμέραν τῷ φωτί τῷ ἡλιακῷ καί τήν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός· ὁ τό μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καί προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καί παντός τοῦ λαοῦ σου· καί πᾶσιν ἡμῖν συγχωρήσας τά ἑκούσια καί τά ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τάς ἑσπερινάς ἡμῶν ἱκεσίας, καί κατάπεμψον τό πλῆθος τοῦ ἐλέους σου καί τῶν οἰκτιρμῶν σου ἐπί τήν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ δυνάμει σου. Ρῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως, καί πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δέ ἡμῖν καί τήν παροῦσαν ἑσπέραν, σύν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καί πάσας τάς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καί πάντων τῶν ἁγίων, τῶν ἀπ’ αἰῶνός σου εὐαρεστησάντων. Ἀμήν.
      Χριστός ἀνέστη (ἐκ γ’).
     Αναστάς ο Ιησούς από του τάφου, καθώς προείπεν, έδωκεν ημίν την αιώνιον ζωήν και μέγα έλεος.

▣ Γίνετε μέλη στη σελίδα μας στο Facebook: ΟΙ ΦΙΛΟΙ ΤΟΥ ΕΣΤΑΥΡΩΜΕΝΟΥ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου